Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.235 Joseph. AJ 17.240 (English) >>Joseph. AJ 17.243

17.238διʼ ἣν μηδὲ ὄναρ ποτὲ ἑωρᾶσθαι βασιλείας αὐτῷ τὴν διαδοχὴν ἀρετῇ τοῦ πατρός· ἐπίστασθαι γὰρ αὐτοῦ τὸν τρόπον καί τοι ἐχθρὸν αὐτῷ ἐκ τῶν διαθηκῶν ἰσχυρότερον Ἀντιπάτρῳ καθίστασθαι· κληθῆναι γὰρ ὑπὸ τοῦ πατρὸς ἐπὶ τὴν βασιλείαν οὐχὶ νοσοῦντος πρὸς τῷ σώματι καὶ τὴν ψυχήν, ἀλλὰ ἀκραιφνεῖ μὲν τῷ λογισμῷ χρωμένου, ἀλκῇ δὲ σώματος τοῖς πράγμασιν ἐφεστηκότος. 17.239εἰ δὲ καὶ πρότερον εἰς αὐτὸν ἐπίσης τοῖς νῦν διατεθεῖσθαι τὸν πατέρα, ἀποπεφάνθαι ποταπὸς ἂν γένοιτο βασιλεὺς τὸν μὲν κύριον παρασχεῖν τὴν βασιλείαν Καίσαρα ἀφῃρημένον τοῦ δοῦναι τὴν ἐξουσίαν, τοὺς δὲ πολίτας ἰδιώτην ὄντα ἀκμὴν σφάζειν ἐν ἱερῷ μὴ ἀποτετραμμένον. 17.240

Καὶ Ἀντίπατρος μὲν τοιάδε εἰπὼν καὶ μαρτύρων παραστάσεσιν τὰ εἰρημένα κρατυνάμενος πολλοῖς τῶν συγγενῶν παύεται τοῦ λέγειν. ἀνίσταται δὲ Νικόλαος ὑπὲρ Ἀρχελάου καὶ ἔλεγεν τὰ μὲν ἐν τῷ ἱερῷ γνώμῃ τῶν πεπονθότων ἀναθεὶς μᾶλλον ἐξουσίᾳ τῇ Ἀρχελάου· τοὺς γὰρ ἐπὶ τοιοῖσδε ἄρχοντας οὐ μόνον τῷ καθʼ αὑτοὺς ὑβρίζοντι εἶναι πονηρούς, ἀλλὰ καὶ τῷ ἀναγκάζοντι εἰς τὴν ἄμυναν τῶν εὐγνωμονεῖν προαιρουμένων. 17.241ὡς δὲ πολέμια ἔδρων λόγῳ μὲν κατʼ Ἀρχελάου τὸ δὲ ἀληθὲς εἰς Καίσαρα φανερὸν εἶναι· τοὺς γὰρ ὑβριοῦντας κωλυτὰς παραγενομένους ὑπʼ Ἀρχελάου πεπομφότος κτεῖναι ἐπιθεμένους οὔτε τοῦ θεοῦ οὔτε τοῦ νόμου τῆς ἑορτῆς ἐν φροντίδι γενομένους,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.235 Joseph. AJ 17.240 (English) >>Joseph. AJ 17.243

Powered by PhiloLogic